Hebrews 3 Greek in Tamil
- Ὅθεν ἀδελφοὶ ἅγιοι κλήσεως ἐπουρανίου μέτοχοι κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Χριστὸν Ἰησοῦν
- πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ
- πλείονος γὰρ δόξης οὗτος παρὰ Μωσῆν ἠξίωται καθ' ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν·
- πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος ὁ δὲ τὰ πάντα κατασκευάσας θεός
- καὶ Μωσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων
- Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· οὗ οἶκός ἐσμεν ἡμεῖς ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν
- Διό καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε
- μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ
- οὗ ἐπείρασαν με οἱ πατέρες ὑμῶν ἐδοκιμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη·
- διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον Ἀεὶ πλανῶνται τῇ καρδίᾳ αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου
- ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου
- Βλέπετε ἀδελφοί μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος
- ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ Σήμερον καλεῖται ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας
- μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν
- ἐν τῷ λέγεσθαι Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ
- τίνες γὰρ ἀκούσαντες παρεπίκραναν ἀλλ' οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωσέως
- τίσιν δὲ προσώχθισεν τεσσαράκοντα ἔτη οὐχὶ τοῖς ἁμαρτήσασιν ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ
- τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν
- καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι' ἀπιστίαν